Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.39 | Dem. 45.43 (English) | >>Dem. 45.45 |
45.41τοῦτο τοίνυν ἐγὼ μὲν οἶδα ψεῦδος ὄν , καὶ ἐλέγξω δέ , ὅταν εἰσίω πρὸς τοὺς ταῦτα μεμαρτυρηκότας · τούτῳ δʼ οὐχ οἷόν τε τοῦτʼ εἰπεῖν . εἰ τοίνυν ἀληθῆ πιστεύσαιτʼ εἶναι τὴν ἄφεσιν , οὕτω καὶ μάλιστʼ ἂν οὗτος φανείη ψευδῆ μεμαρτυρηκὼς καὶ κατεσκευασμένης διαθήκης μάρτυς γεγονώς . τίς γὰρ οὕτως ἄφρων ὥστʼ ἄφεσιν μὲν ἐναντίον μαρτύρων ποιήσασθαι τοῦ βεβαίαν αὑτῷ τὴν ἀπαλλαγὴν εἶναι , τὰς δὲ συνθήκας καὶ τὰς διαθήκας καὶ τἄλλα , ὑπὲρ ὧν ἐποιεῖτο τὴν ἄφεσιν , σεσημασμένʼ ἐᾶσαι καθʼ αὑτοῦ κεῖσθαι ;
45.42οὐκοῦν ἐναντία μὲν ἡ παραγραφὴ πᾶσι τοῖς μεμαρτυρημένοις , ἐναντία δʼ ἣν ἀνέγνων ὑμῖν ἄρτι μίσθωσιν , τῇδε τῇ διαθήκῃ · οὐδὲν δὲ τῶν πεπραγμένων οὔτʼ εὔλογον οὔθʼ ἁπλοῦν οὔθʼ ὁμολογούμενον αὐτὸ ἑαυτῷ φαίνεται . ἐκ δὲ τούτου τοῦ τρόπου πάντα πεπλασμένα καὶ κατεσκευασμένʼ ἐλέγχεται .
ὡς μὲν τοίνυν ἐστὶν ἀληθῆ τὰ μεμαρτυρημένα , οὔτʼ αὐτὸν τοῦτον οὔτʼ ἄλλον ὑπὲρ τούτου δεῖξαι δυνήσεσθαι νομίζω . ἀκούω δʼ αὐτὸν τοιοῦτόν τι παρεσκευάσθαι λέγειν , ὡς προκλήσεώς ἐστιν ὑπεύθυνος , οὐχὶ μαρτυρίας , καὶ δυοῖν αὐτῷ προσήκει δοῦναι λόγον , οὐ πάντων τῶν γεγραμμένων , εἴ τε προὐκαλεῖτό με ταῦτα Φορμίων ἢ μή , καὶ εἰ μὴ ἐδεχόμην ἐγώ · ταῦτα μὲν γὰρ ἁπλῶς αὐτὸς μεμαρτυρηκέναι φήσει , τὰ δʼ ἄλλʼ ἐκεῖνον προκαλεῖσθαι , εἰ δʼ ἐστὶν ἢ μὴ ταῦτα , οὐδὲν προσήκειν αὑτῷ σκοπεῖν .
45.43
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.39 | Dem. 45.43 (English) | >>Dem. 45.45 |